Livre de la Sagesse
3,11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν, καὶ οἱ κόποι ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν· ( ) 3,12 αἱ γυναῖκες αὐτῶν ἄφρονες, καὶ πονηρὰ τὰ τέκνα αὐτῶν, ἐπικατάρατος ἡ γένεσις αὐτῶν. ( ) 3,13 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν, ( ) 3,14 καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά, δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος. ( ) 3,15 ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής, καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως. ( )

3,16 τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται.


( )
3,17 ἐάν τε γὰρ μακρόβιοι γένωνται, εἰς οὐθὲν λογισθήσονται, καὶ ἄτιμον ἐπ ἐσχάτων τὸ γῆρας αὐτῶν· ( ) 3,18 ἐάν τε ὀξέως τελευτήσωσιν, οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον· ( ) 3,19 γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη. ( ) 4,1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. ( ) 4,2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: