Livre de la Sagesse
2,20 θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. ( ) 2,21 Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, ( ) 2,22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων. ( ) 2,23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν· ( Gn 1,26 , Gn 1,27 Gn 5,1 Gn 9,6 ) 2,24 φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες. ( )

3,1 Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.


4712 Bible des peuples sur verset 2019-01-06: Les âmes des justes sont dans la main de Dieu. C’est la grande affirmation de ce livre. Dans les livres antérieurs de la Bible, l’âme signifiait seulement la vie et le souffle de l’individu qui s’éteignent à la mort. Ici l’âme désigne ce qui dans la personne ne meurt pas avec le corps.

( )
3,2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν ( ) 3,3 καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. ( ) 3,4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· ( ) 3,5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ( ) 3,6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. ( )



trouve dans 1 passage(s): Dieu n'a pas fait la mort,
trouve dans 1 liturgie(s): Défunts (2-11) annee C,
trouve dans 0 document(s) de référence: