Livre de la Sagesse
2,19 ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· ( ) 2,20 θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. ( ) 2,21 Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, ( ) 2,22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων. ( ) 2,23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν· ( Gn 1,26 , Gn 1,27 Gn 5,1 Gn 9,6 )

2,24 φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.


( )
3,1 Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ( ) 3,2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν ( ) 3,3 καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. ( ) 3,4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· ( ) 3,5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ( )



trouve dans 1 passage(s): Dieu n'a pas fait la mort,
trouve dans 3 liturgie(s): Dimanche-13-temps ordinaire annee B, Défunts (2-11) annee B, Défunts (2-11) annee C,
trouve dans 1 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 391,