Cantique des Cantiques
6,4 Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ιερουσαλημ, θάμβος ὡς τεταγμέναι. ( ) 6,5 ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλααδ. ( ) 6,6 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. ( ) 6,7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. ( ) 6,8 Ἑξήκοντά εἰσιν βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. ( )

6,9 μία ἐστὶν περιστερά μου, τελεία μου, μία ἐστὶν τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν.


2340 Bible des peuples sur verset 2018-11-18: Unique est ma colombe, ma parfaite (6.9). Cela vaut pour Israël, cela vaut aussi pour qui a reçu les marques de l’amour de Dieu. Tous sont aimés “dans le Christ”, et certains infiniment plus que d’autres qui n’ont reçu qu’un talent, mais chacun est aimé d’un amour unique et qui le fait se sentir unique, comme ignorant ce que d’autres ont pu recevoir, que ce soient même les apôtres ou la Vierge. Car l’amour ne peut être que jaloux, même si la jalousie n’a pas de place dans le Royaume de Dieu.

( )
6,10 Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι., ( ) 6,11 Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. ( ) 6,12 οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Αμιναδαβ. ( ) 7,1 Ἐπίστρεφε ἐπίστρεφε, ἡ Σουλαμῖτις, ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί. Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι., ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. ( ) 7,2 Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδαβ., ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: