Cantique des Cantiques
5,6 ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθεν· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου. ( ) 5,7 εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρόν μου ἀπ ἐμοῦ φύλακες τῶν τειχέων. ( ) 5,8 ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ., ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. ( ) 5,9 Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξίν, τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς., ( ) 5,10 Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· ( )

5,11 κεφαλὴ αὐτοῦ χρυσίον καὶ φαζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ,


( )
5,12 ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων, ( ) 5,13 σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη, ( ) 5,14 χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσις, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, ( ) 5,15 κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι, ( ) 5,16 φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ιερουσαλημ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: