Cantique des Cantiques
2,12 τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ( ) 2,13 ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ( ) 2,14 καὶ ἐλθὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος, δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. ( ) 2,15 Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. ( ) 2,16 Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ( )

2,17 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.


2328 Bible des peuples sur verset 2018-11-18: Le texte hébreu dit : “les monts de Beter”. C’est une montagne inconnue ; mais Beter désigne les “moitiés” de la victime d’un sacrifice d’alliance, comme en Genèse 15.10 et Jérémie 34.18. Ce sont donc les monts de l’alliance : que le Dieu aujourd’hui si lointain, se souvienne de l’alliance avec Abraham ! Il reviendra tel un faon bondissant par-dessus les obstacles ( Cantique 2.8), comme on le voyait sur les images de la quête amoureuse

( )
3,1 Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου. ( ) 3,2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. ( ) 3,3 εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε., ( ) 3,4 ὡς μικρὸν ὅτε παρῆλθον ἀπ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με. ( ) 3,5 ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: