Livre de l'Ecclésiaste
12,9 Καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφός, ἔτι ἐδίδαξεν γνῶσιν σὺν τὸν λαόν, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν. ( ) 12,10 πολλὰ ἐζήτησεν Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας. ( ) 12,11 Λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συναγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτῶν. ( ) 12,12 υἱέ μου, φύλαξαι ποιῆσαι βιβλία πολλά· οὐκ ἔστιν περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ( ) 12,13 Τέλος λόγου τὸ πᾶν ἀκούεται Τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος. ( )

12,14 ὅτι σὺν πᾶν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.


( )

Cantique des Cantiques
1,1 Ἆισμα ᾀσμάτων, ὅ ἐστιν τῷ Σαλωμων. ( ) 1,2 Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ( ) 1,3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, ( ) 1,4 εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέν σε. ( ) 1,5 Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ιερουσαλημ, ὡς σκηνώματα Κηδαρ, ὡς δέρρεις Σαλωμων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: