Livre de l'Ecclésiaste
10,7 εἶδον δούλους ἐφ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. ( ) 10,8 ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις· ( ) 10,9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς, σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς. ( ) 10,10 ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία. ( ) 10,11 ἐὰν δάκῃ ὁ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι. ( )

10,12 λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν·


( )
10,13 ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσόνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά· ( ) 10,14 καὶ ὁ ἄφρων πληθύνει λόγους. οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ., ( ) 10,15 μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν. ( ) 10,16 οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν· ( ) 10,17 μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: