Livre de l'Ecclésiaste
7,21 καί γε εἰς πάντας τοὺς λόγους, οὓς λαλήσουσιν, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε, ( ) 7,22 ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅπως καί γε σὺ κατηράσω ἑτέρους. ( ) 7,23 Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα Σοφισθήσομαι, ( ) 7,24 καὶ αὐτὴ ἐμακρύνθη ἀπ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό., ( ) 7,25 ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ σκληρίαν καὶ περιφοράν. ( )

7,26 καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θηρεύματα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμοὶ χεῖρες αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ αὐτῆς, καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτῇ.


4702 Bible des peuples sur verset 2019-01-06: Ce verset ne peut pas ne pas nous choquer. C’est le moment de nous rappeler que la Bible est à la fois parole de Dieu et parole humaine, parole liée à un temps et à une culture. Presque tous les textes bibliques sont nés d’une expérience vécue par des hommes, et dans un monde qui, dans le meilleur des cas, se contentait d’ignorer la femme.

( )
7,27 ἰδὲ τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν, ( ) 7,28 ὃν ἔτι ἐζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον. ( ) 7,29 πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. ( ) 8,1 Τίς οἶδεν σοφούς., καὶ τίς οἶδεν λύσιν ῥήματος., σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται. ( ) 8,2 στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπουδάσῃς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: