Livre de l'Exode
16,8 καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν., οὐ γὰρ καθ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ ἢ κατὰ τοῦ θεοῦ. ( ) 16,9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν. ( ) 16,10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ. ( ) 16,11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 16,12 Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. ( Nb 11,18 , )

16,13 ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς


( )
16,14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ( ) 16,15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο., οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν· ( Sg 16,20 , ) 16,16 τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε. ( ) 16,17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον. ( ) 16,18 καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ ἑαυτῷ συνέλεξαν. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-18-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: