Livre de l'Ecclésiaste
4,17 Φύλαξον πόδα σου, ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν. ( ) 5,1 μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς, ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. ( ) 5,2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. ( ) 5,3 καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος. ( ) 5,4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. ( )

5,5 μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι Ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου.


( )
5,6 ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί· ὅτι σὺν τὸν θεὸν φοβοῦ. ( ) 5,7 Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δι καιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι καὶ ὑψηλοὶ ἐπ αὐτούς. ( ) 5,8 καὶ περισσεία γῆς ἐν παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. ( ) 5,9 Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα., καί γε τοῦτο ματαιότης. ( ) 5,10 ἐν πλήθει τῆς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ αὐτῆς ὅτι ἀλλ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: