Livre de l'Ecclésiaste
4,11 καί γε ἐὰν κοιμηθῶσιν δύο, καὶ θέρμη αὐτοῖς· καὶ ὁ εἷς πῶς θερμανθῇ., ( ) 4,12 καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται. ( ) 4,13 Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι· ( ) 4,14 ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης. ( ) 4,15 εἶδον σὺν πάντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς στήσεται ἀντ αὐτοῦ, ( )

4,16 οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.


( )
4,17 Φύλαξον πόδα σου, ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ, καὶ ἐγγὺς τοῦ ἀκούειν· ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν. ( ) 5,1 μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς, ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. ( ) 5,2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. ( ) 5,3 καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν, σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος. ( ) 5,4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: