Livre de l'Exode
16,1 Ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν, ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου ( Mc 6,35 , ) 16,2 διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων, ( ) 16,3 καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. ( ) 16,4 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ· ( Ex 16,35 , Sg 16,20 ) 16,5 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ ἡμέραν εἰς ἡμέραν. ( )

16,6 καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,


( )
16,7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ ἡμῶν., ( ) 16,8 καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν., οὐ γὰρ καθ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ ἢ κατὰ τοῦ θεοῦ. ( ) 16,9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν. ( ) 16,10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ. ( ) 16,11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-18-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: