Livre de l'Ecclésiaste
2,17 καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. ( ) 2,18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ ἐμέ· ( ) 2,19 καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων., καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον. καί γε τοῦτο ματαιότης. ( ) 2,20 καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐπὶ παντὶ τῷ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ( ) 2,21 ὅτι ἔστιν ἄνθρωπος, οὗ μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. ( )

2,22 ὅτι τί γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον.,


902 Dict. Amoureux du Judaïsme sur verset 2018-01-18: Il faut comprendre: ce que vous faites dans la routine ne sert à rien. Cessez avec ça, changez le monde pour être heureux. Pour y parvenir, un seul secret: ne se résigner ni à la finitude, ni à la répétition. Car s'il y a quelque chose qui soit vraiment au-dessus du soleil, c'est le temps. Donc ne pas accepter le malheur, ne rien abandonner du bonheur possible, tout faire pour être heureux. Vivre d'impatience, même s'il faut pour cela passer au-dessus de l'ordre établi, des princes... pourquoi pas aussi pour aller... dans l'espace !! au-delà du soleil au sens propre.

( )
2,23 ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. καί γε τοῦτο ματαιότης ἐστίν. ( ) 2,24 Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ· ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ, ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν· ( ) 2,25 ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτοῦ., ( ) 2,26 ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. ( ) 3,1 Τοῖς πᾶσιν χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-18-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: