Livre de l'Ecclésiaste
1,16 ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν Ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ, καὶ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν. ( ) 1,17 καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων, ὅτι καί γε τοῦτ ἔστιν προαίρεσις πνεύματος· ( ) 1,18 ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα. ( ) 2,1 Εἶπον ἐγὼ ἐν καρδίᾳ μου Δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθῷ· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. ( ) 2,2 τῷ γέλωτι εἶπα περιφορὰν καὶ τῇ εὐφροσύνῃ Τί τοῦτο ποιεῖς., ( )

2,3 κατεσκεψάμην ἐν καρδίᾳ μου τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου – καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ – καὶ τοῦ κρατῆσαι ἐπ ἀφροσύνῃ, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.


( )
2,4 ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ( ) 2,5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ· ( ) 2,6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα· ( ) 2,7 ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ· ( Qo 1,2 , ) 2,8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: