Livre des Proverbes
30,20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον. ( ) 30,21 διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· ( ) 30,22 ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, ( ) 30,23 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. ( ) 30,24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν· ( )

30,25 οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·


( )
30,26 καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ( ) 30,27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ ἑνὸς κελεύσματος εὐτάκτως· ( ) 30,28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέως. ( ) 30,29 τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται, καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει· ( ) 30,30 σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: