Livre des Proverbes
30,3 θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. ( ) 30,4 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη., τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ., τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ., τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς., τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ, ἵνα γνῷς., ( ) 30,5 πάντες λόγοι θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν· ( ) 30,6 μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ. ( ) 30,7 δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με· ( )

30,8 μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,


( )
30,9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ., ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ. ( ) 30,10 μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου. μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς. ( ) 30,11 ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ· ( ) 30,12 ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν· ( ) 30,13 ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: