Livre des Proverbes
29,19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ οὐχ ὑπακούσεται. ( ) 29,20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ. ( ) 29,21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ ἑαυτῷ. ( ) 29,22 ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας. ( ) 29,23 ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος. ( )

29,24 ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,


( )
29,25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελί σθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα· ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται. ( ) 29,26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων, παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. ( ) 29,27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός. – ( ) 30,1 Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει· τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι· ( ) 30,2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: