Livre des Proverbes
29,10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ. ( ) 29,11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. ( ) 29,12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ αὐτὸν παράνομοι. ( ) 29,13 δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος. ( ) 29,14 βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. ( )

29,15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.


( )
29,16 πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. ( ) 29,17 παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου. ( ) 29,18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. ( ) 29,19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ οὐχ ὑπακούσεται. ( ) 29,20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: