Livre des Proverbes
28,24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. ( ) 28,25 ἄπληστος ἀνὴρ κρίνει εἰκῇ· ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται. ( ) 28,26 ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται. ( ) 28,27 ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται· ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπο ρίᾳ ἔσται. ( ) 28,28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι. ( )

29,1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.


( )
29,2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες. ( ) 29,3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον. ( ) 29,4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει. ( ) 29,5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. ( ) 29,6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: