Livre des Proverbes
28,1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθεν. ( ) 28,2 δι ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. ( ) 28,3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, ( ) 28,4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. ( ) 28,5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί. ( )

28,6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.


( )
28,7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα. ( ) 28,8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. ( ) 28,9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. ( ) 28,10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. ( ) 28,11 σοφὸς παρ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: