Livre des Proverbes
26,20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη. ( ) 26,21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης. ( ) 26,22 λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων. ( ) 26,23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον. χείλη λεῖα καρδίαν καλύπτει λυπηράν. ( ) 26,24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους· ( )

26,25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.


( )
26,26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συν εδρίοις. ( ) 26,27 ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν, ὁ δὲ κυλίων λίθον ἐφ ἑαυτὸν κυλίει. ( ) 26,28 γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας. ( ) 27,1 μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα. ( ) 27,2 ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: