Livre des Proverbes
26,10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. ( ) 26,11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μιση τὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. a ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. ( ) 26,12 εἶδον ἄνδρα δόξαντα παρ ἑαυτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ. ( ) 26,13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν Λέων ἐν ταῖς ὁδοῖς. ( ) 26,14 ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ. ( )

26,15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα.


( Pr 19,24 , )
26,16 σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν. ( ) 26,17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. ( ) 26,18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται, ( ) 26,19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ φωραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα. ( ) 26,20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: