Livre des Proverbes
26,1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή. ( ) 26,2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. ( ) 26,3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ. ( ) 26,4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· ( ) 26,5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ ἑαυτῷ. ( )

26,6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι ἀγγέλου ἄφρονος λόγον.


( )
26,7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων. ( ) 26,8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν. ( ) 26,9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων. ( ) 26,10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. ( ) 26,11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μιση τὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. a ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: