Livre des Proverbes
24,31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. ( ) 24,32 ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. ( ) 24,33 ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη· ( ) 24,34 ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. – ( ) 25,1 Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας. ( )

25,2 Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.


( )
25,3 οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. ( ) 25,4 τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν· ( ) 25,5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. ( ) 25,6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· ( ) 25,7 κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: