Livre des Proverbes
24,30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν· ( ) 24,31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. ( ) 24,32 ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. ( ) 24,33 ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη· ( ) 24,34 ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. – ( )

25,1 Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας.


4688 Bible des peuples sur verset 2019-01-06: Nous avons ici une seconde collection de proverbes anciens provenant de l’entourage de Salomon. Certains d’entre eux répètent ce que nous avons lu dans la première collection : comparer 25.24 et 21.9 ; 26.15 et 19.24 ; 27.12 et 22.3… Ces proverbes, comme ceux de la première collection ne mentionnent que rarement le nom de Dieu.

( )
25,2 Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα. ( ) 25,3 οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. ( ) 25,4 τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν· ( ) 25,5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. ( ) 25,6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: