Livre des Proverbes
24,22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται., a λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν. μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ. μάχαιρα γλ ( ) 24,23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν· ( ) 24,24 ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη· ( ) 24,25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή· ( ) 24,26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. ( )

24,27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.


21427 Question assises EDC sur verset 2024-02-26: Quel fruit le travail nous promet-il ?

( )
24,28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοῖς χείλεσιν· ( ) 24,29 μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ, τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. ( ) 24,30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν· ( ) 24,31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. ( ) 24,32 ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: