Livre des Proverbes
24,12 ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει, καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ( ) 24,13 φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ· ( ) 24,14 οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει. ( ) 24,15 μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας· ( ) 24,16 ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. ( )

24,17 ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·


4687 Bible des peuples sur verset 2019-01-06: Ce verset mérite une mention spéciale. C’est dans l’Ancien Testament l’un des rares témoins d’une condamnation de l’esprit de vengeance. La Bible dénonce de bien des façons la violence du pouvoir ou des foules et ses justifications, mais ce n’est guère qu’en cet endroit qu’elle accepte l’attitude apparemment contradictoire de celui qui ne doute pas que Dieu fera justice, tout en refusant de se réjouir du malheur ou de l’abaissement de l’autre. Selon 1Samuel 26.10 David avait donné un exemple quelque peu semblable.

( )
24,18 ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ αὐτοῦ. ( ) 24,19 μὴ χαῖρε ἐπὶ κακοποιοῖς μηδὲ ζήλου ἁμαρτωλούς· ( ) 24,20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται. ( ) 24,21 φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς· ( ) 24,22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται., a λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν. μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ. μάχαιρα γλ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: