Livre des Proverbes
24,1 υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ αὐτῶν· ( ) 24,2 ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. ( ) 24,3 μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται· ( ) 24,4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. ( ) 24,5 κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου· ( )

24,6 μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.


( )
24,7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου, ( ) 24,8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος, ( ) 24,9 ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις· ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται ( ) 24,10 ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ. ( ) 24,11 ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: