Livre des Proverbes
20,29 κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί. ( ) 20,30 ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμίεια κοιλίας. ( ) 21,1 ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ· οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν. ( ) 21,2 πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας κύριος. ( ) 21,3 ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. ( )

21,4 μεγαλόφρων ἐφ ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.


( )
21,6 ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου. ( ) 21,7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. ( ) 21,8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός· ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. ( ) 21,9 κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ. ( Pr 25,24 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: