Livre des Proverbes
19,14 οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. ( ) 19,15 δειλία κατέχει ἀνδρογύναιον, ψυχὴ δὲ ἀεργοῦ πεινάσει. ( ) 19,16 ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται. ( ) 19,17 δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. ( ) 19,18 παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις· εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. ( )

19,19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.


( )
19,20 ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ ἐσχάτων σου. ( ) 19,21 πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει. ( ) 19,22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης. ( ) 19,23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις. ( ) 19,24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. ( Pr 26,15 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: