Livre des Proverbes
19,4 πλοῦτος προστίθησιν φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται. ( ) 19,5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται. ( ) 19,6 πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. ( ) 19,7 πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται. ( ) 19,8 ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν· ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά. ( )

19,9 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται· ὃς δ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ αὐτῆς.


( )
19,10 οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ ὕβρεως δυναστεύειν. ( ) 19,11 ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. ( ) 19,12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος· ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. ( ) 19,13 αἰσχύνη πατρὶ υἱὸς ἄφρων, καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. ( ) 19,14 οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 1 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 2476,