Livre des Proverbes
18,21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. ( ) 18,22 ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα. a ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά· ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ( ) 19,3 ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. ( ) 19,4 πλοῦτος προστίθησιν φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται. ( ) 19,5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται. ( )

19,6 πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.


( )
19,7 πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: