Livre des Proverbes
18,15 καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν. ( ) 18,16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν. ( ) 18,17 δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται. ( ) 18,18 ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει. ( ) 18,19 ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. ( )

18,20 ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.


( )
18,21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. ( ) 18,22 ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα. a ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά· ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: