Livre des Proverbes
18,13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος. ( ) 18,14 θυμὸν ἀνδρὸς πραύνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει., ( ) 18,15 καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν. ( ) 18,16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν. ( ) 18,17 δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται. ( )

18,18 ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει.


( )
18,19 ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. ( ) 18,20 ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται. ( ) 18,21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. ( ) 18,22 ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα. a ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά· ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: