Livre des Proverbes
17,14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. ( ) 17,15 ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ. ( ) 17,16 ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι., κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. a ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. ( ) 17,17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. ( ) 17,18 ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. ( )

17,19 φιλαμαρτήμων χαίρει μάχαις,


( )
17,20 ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, ( ) 17,21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. ( ) 17,22 καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. ( ) 17,23 λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. ( ) 17,24 πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ ἄκρα γῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: