Livre des Proverbes
14,21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. ( ) 14,22 πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. ( ) 14,23 ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. ( ) 14,24 στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ( ) 14,25 ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ( )

14,26 ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.


( )
14,27 πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. ( ) 14,28 ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. ( ) 14,29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. ( ) 14,30 πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. ( ) 14,31 ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: