Livre des Proverbes
13,20 ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. ( ) 13,21 ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. ( ) 13,22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. ( ) 13,23 δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. ( ) 13,24 ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. ( )

13,25 δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.


( )
14,1 σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. ( ) 14,2 ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ( ) 14,3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. ( ) 14,4 οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς. ( ) 14,5 μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: