Livre des Proverbes
12,27 οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. ( ) 12,28 ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. ( ) 13,1 υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. ( ) 13,2 ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. ( ) 13,3 ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. ( )

13,4 ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.


( )
13,5 λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. ( ) 13,6 δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. ( ) 13,7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. ( ) 13,8 λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ( ) 13,9 φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται. a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: