Livre des Proverbes
11,31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται., ( ) 12,1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. ( ) 12,2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. ( ) 12,3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. ( ) 12,4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός. ( )

12,5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.


( )
12,6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. ( ) 12,7 οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν. ( ) 12,8 στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. ( ) 12,9 κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. ( ) 12,10 δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: