Livre des Proverbes
11,27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν. ( ) 11,28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. ( ) 11,29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. ( ) 11,30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. ( ) 11,31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται., ( )

12,1 ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.


( )
12,2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. ( ) 12,3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. ( ) 12,4 γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός. ( ) 12,5 λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους. ( ) 12,6 λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: