Livre des Proverbes
11,19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. ( ) 11,20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. ( ) 11,21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν. ( ) 11,22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. ( ) 11,23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ( )
11,24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
( )
11,25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. ( ) 11,26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. ( ) 11,27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν. ( ) 11,28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται· ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. ( ) 11,29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: