Livre des Proverbes
11,15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας. ( ) 11,16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. ( ) 11,17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. ( ) 11,18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. ( ) 11,19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. ( )
11,20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
( )
11,21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν. ( ) 11,22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. ( ) 11,23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ( ) 11,24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. ( ) 11,25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: