Livre des Proverbes
8,27 κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ οὐρανόν. ( ) 8,28 ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ ἀνέμων. ( ) 8,29 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ οὐρανὸν ( ) 8,30 καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ( ) 8,31 ἤμην παρ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν. καθ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ( 1Jn 1,1 , )

8,32 ὅτε ἐυφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.


( )
8,33 νῦν οὖν, υἱέ, ἄκουέ μου. ( ) 8,34 μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ ἐμαῖς θύραις καθ ἡμέραν τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· ( ) 8,35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου. ( ) 8,36 οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον. ( ) 9,1 Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: