Livre des Proverbes
6,25 μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· ( ) 6,26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. ( ) 6,27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει., ( ) 6,28 ἢ περιπατήσει τις ἐπ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει., ( ) 6,29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. ( )

6,30 οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·


( )
6,31 ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν. ( ) 6,32 ὁ δὲ μοιχὸς δι ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, ( ) 6,33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. ( ) 6,34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, ( ) 6,35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: