Livre des Proverbes
6,17 ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου ( ) 6,18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν· ( ) 6,19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. ( ) 6,20 Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ( ) 6,21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ. ( )

6,22 ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω· ὡς δ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·


( )
6,23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία ( ) 6,24 τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. ( ) 6,25 μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· ( ) 6,26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. ( ) 6,27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: