Livre des Proverbes
6,6 Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· ( ) 6,7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν ( ) 6,8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν. a ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσ φέρονται, ποθεινὴ δέ ἐστιν πᾶσι ( ) 6,9 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι., πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ., ( ) 6,10 ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη· ( )

6,11 εἶτ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. a ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.


( )
6,12 Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· ( ) 6,13 ὁ δ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων, ( ) 6,14 διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ· ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει. ( ) 6,15 διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος. ( ) 6,16 ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ κύριος, συντρίβεται δὲ δι ἀκαθαρσίαν ψυχῆς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: