Livre des Proverbes
5,12 καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου· ( ) 5,13 οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου· ( ) 5,14 παρ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. ( ) 5,15 πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. ( ) 5,16 μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· ( )

5,17 ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·


( )
5,18 ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. ( ) 5,19 ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ. ( ) 5,20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· ( ) 5,21 ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. ( ) 5,22 παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: