Livre de l'Exode
12,45 πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ αὐτοῦ. ( ) 12,46 ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ. ( Jn 19,36 , ) 12,47 πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ποιήσει αὐτό. ( ) 12,48 ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πασχα κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ αὐτοῦ. ( ) 12,49 νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν. ( )

12,50 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων πρὸς αὐτούς, οὕτως ἐποίησαν. –


( )
12,51 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξήγαγεν κύριος τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. ( ) 13,1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων ( ) 13,2 Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν. ( ) 13,3 Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη. ( Ex 12,8 , ) 13,4 ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: