Livre des Proverbes
3,5 ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ( ) 3,6 ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, [ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.] ( ) 3,7 μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· ( ) 3,8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. ( ) 3,9 τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ( )

3,10 ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.


( )
3,11 Υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ αὐτοῦ ἐλεγχόμενος· ( ) 3,12 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ( ) 3,13 μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν καὶ θνητὸς ὃς εἶδεν φρόνησιν· ( ) 3,14 κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. ( ) 3,15 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: